Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.201 Joseph. AJ 1.204 (English) >>Joseph. AJ 1.209

1.203καὶ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσιν κατεπίμπρα τὴν γῆν ὁμοίᾳ πυρώσει ἀφανίζων, ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον. δὲ Λώτου γυνὴ παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ πολυπραγμονοῦσα τὰ περὶ αὐτὴν ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο μὴ ποιεῖν εἰς στήλην ἁλῶν μετέβαλεν· ἱστόρησα δʼ αὐτήν, ἔτι γὰρ καὶ νῦν διαμένει. 1.204διαφεύγει δʼ αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός· Ζωὼρ ἔτι καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖοι τὸ ὀλίγον. ἐνταῦθα τοίνυν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν. 1.205

Αἱ δὲ παρθένοι πᾶν ἠφανίσθαι τὸ ἀνθρώπινον ὑπολαβοῦσαι τῷ πατρὶ πλησιάζουσι προνοήσασαι λαθεῖν· ἐποίουν δὲ τοῦτο ὑπὲρ τοῦ μὴ τὸ γένος ἐκλιπεῖν. γίνονται δὲ παῖδες ὑπὸ μὲν τῆς πρεσβυτέρας Μώαβος· εἴποι δʼ ἄν τις ἀπὸ πατρός. Ἄμμανον δʼ νεωτέρα ποιεῖται· γένους υἱὸν ἀποσημαίνει τὸ ὄνομα. 1.206καὶ κτίζει δʼ αὐτῶν μὲν Μωαβίτας μέγιστον ὄντας καὶ νῦν ἔθνος, Ἀμμανίτας δὲ ἕτερος· Συρίας τῆς κοίλης ἐστὶν ἀμφότερα. καὶ Λώτῳ μὲν τοιαύτην συνέβη τὴν ἐκ Σοδομιτῶν ἀναχώρησιν γενέσθαι. 1.207

Ἅβραμος δὲ μετῴκησεν εἰς Γέραρα τῆς Παλαιστίνης ἐν ἀδελφῆς ἐπαγόμενος σχήματι τὴν Σάρραν, ὅμοια τοῖς πρὶν ὑποκρινάμενος διὰ τὸν φόβον· ἐδεδίει γὰρ Ἀβιμέλεχον τὸν βασιλέα τῶν ἐπιχωρίων· ὃς καὶ αὐτὸς ἐρασθεὶς τῆς Σάρρας φθείρειν οἷός τε ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.201 Joseph. AJ 1.204 (English) >>Joseph. AJ 1.209

Powered by PhiloLogic